τῶν λεγομένων ἐπιζητεῖν χρήσιμόν ἐστιν. ὁ μὲν γὰρ Κάτων ἔτι παιδάριον ὢν ἔπραττε μὲν ὃ προστάξειεν ὁ παιδαγωγός, αἰτίαν δὲ καὶ λόγον ἀπῄτει τοῦ προστάγματος: τοῖς δὲ ποιηταῖς οὐ πειστέον ὥσπερ παιδαγωγοῖς ἢ νομοθέταις, ἂν μὴ λόγον ἔχῃ τὸ ὑποκείμενον . ἕξει δέ, ἄνπερ χρηστὸν ἂν δὲ μοχθηρόν, ὀφθήσεται κενὸν καὶ μάταιον. ἀλλ᾽ οἱ πολλοὶ τῶν μὲν τοιούτων τὰς αἰτίας πικρῶς ἀπαιτοῦσι καὶ διαπυνθάνονται πῶς λέλεκται
μηδέ ποτ᾽ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεν πινόντων[p. 68] καὶ
ὃς δέ κ᾽ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ᾽ ἅρμαθ᾽ ἵκηται,