Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ πραττομένοις, ἐπαιρομένου καὶ συνενθουσιῶντος, τὰ δὲ φαῦλα μὴ προσιεμένου καὶ δυσχεραίνοντος, ἀβλαβῆ παρέξει τὴν ἀκρόασιν. ὁ δὲ πάντα θαυμάζων καὶ πᾶσιν ἐξοικειούμενος καὶ καταδεδουλωμένος τῇ δόξῃ τὴν κρίσιν ὑπὸ τῶν ἡρωϊκῶν ὀνομάτων, ὥσπερ οἱ τὴν Πλάτωνος ἀπομιμούμενοι κυρτότητα καὶ τὴν Ἀριστοτέλους τραυλότητα, λήσεται πρὸς πολλὰ τῶν φαύλων εὐχερὴς γενόμενος. δεῖ δὲ μὴ δειλῶς; μηδ᾽ ὥσπερ ὑπὸ δεισιδαιμονίας ἐν ἱερῷ φρίττειν ἅπαντα; καὶ προσκυνεῖν, ἀλλὰ θαρραλέως ἐθιζόμενον [p. 63] ἐπιφωνεῖν μηδὲν ἧττον τοῦ ‘ὀρθῶς’ καὶ ‘πρεπόντως’ τὸ ‘ οὐκ ὀρθῶς’ καὶ ‘ὁ προσηκόντως ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.