ἀρετῇ κεχρῆσθαι τὸν ποιητὴν ἡγείσθω. καὶ γὰρ τῇ κακότητι ποτὲ μὲν ἰδίως σημαίνουσι κακίαν καὶ μοχθηρίαν ψυχῆς, ὡς Ἡσίοδος
τὴν μὲν γὰρ κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι, ποτὲ δ᾽ ἄλλην τινὰ κάκωσιν ἢ δυστυχίαν, ὡς Ὅμηρος 2
1
αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσινἐπεὶ καὶ τὴν εὐδαιμονίαν ἐξαπατηθείη τις ἂν οὕτω τοὺς ποιητὰς οἰόμενος λέγειν, ὡς οἱ φιλόσοφοι λέγουσι τὴν παντελῆ τῶν ἀγαθῶν ἕξιν ἢ κτῆσιν ἢ καὶ