ταῦτα γὰρ ἐκείνοις μέν ἐστιν ὑπεναντία, βελτίω δὲ καὶ χρησιμώτερα. δυεῖν οὖν θάτερον ἡ τοιαύτη τῶν ἐναντίων ποιήσει παράθεσις καὶ κατανόησις, ἢ παράξει πρὸς τὸ βέλτιον ἢ καὶ τοῦ χείρονος ἀποστήσει τὴν πίστιν. ἂν δ᾽ αὐτοὶ μὴ διδῶσι τῶν ἀτόπως εἰρημένων λύσεις, οὐ χεῖρόν ἐστιν ἑτέρων ἐνδόξων ἀποφάσεις ἀντιτάττοντας ὥσπερ ἐπὶ ζυγοῦ ῥέπειν πρὸς τὸ βέλτιον. οἷον τοῦ Ἀλέξιδος κινοῦντος ἐνίους ὅταν λέγῃ
τὰς ἡδονὰς δεῖ συλλέγειν τὸν σώφρονα.
1 τρεῖς δ᾽ εἰσὶν αἵ γε τὴν δύναμιν κεκτημέναι