Click on a word to bring up parses, dictionary entries, and frequency statistics
νουθετοῦντες καὶ παιδεύοντες ἐξ ὑποκειμένων οἱ δὲ ποιηταὶ ταὐτὰ ποιοῦσι πλάττοντες αὐτοὶ πράγματα καὶ μυθολογοῦντες. ὁ μὲν οὖν Μελάνθιος εἴτε παίζων εἴτε σπουδάζων ἔλεγε διασῴζεσθαι τὴν Ἀθηναίων πόλιν ὑπὸ τῆς τῶν ῥητόρων διχοστασίας καὶ ταραχῆς οὐ γὰρ ἀποκλίνειν ἅπαντας εἰς τὸν αὐτὸν τοῖχον, ἀλλὰ γίγνεσθαί τινα τοῦ βλάπτοντος ἀνθολκὴν; ἐν τῇ διαφορᾆ τῶν πολιτευομένων. αἱ δὲ τῶν ποιητῶν ὑπεναντιώσεις πρὸς αὑτοὺς ἀνταναφέρουσαι τὴν πίστιν οὐκ ἐῶσιν ἰσχυρὰν ῥοπὴν γενέσθαι πρὸς τὸ βλάπτον. ὅπου μὲν οὖν αὐτοῖς τὸ τιθέναι σύνεγγυς ἐκφανεῖς ποιεῖ τὰς ἀντιλογίας, δεῖ τῷ βελτίονι συνηγορεῖν ὥσπερ ἐν τούτοις
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.