ἄριστα τὴν ἀπὸ φαρμάκων καὶ γοητείας καὶ μετὰ [p. 47] δόλου πρὸς τοὺς ἄνδρας ὁμιλίαν καὶ χάριν ἔδειξεν οὐ μόνον ἐφήμερον καὶ ἁψίκορον καὶ ἀβέβαιον οὖσαν, ἀλλὰ καὶ μεταβάλλουσαν εἰς ἔχθραν καὶ ὀργήν, ὅταν τὰ τῆς ἡδονῆς ἀπομαρανθῇ. τοιαῦτα γὰρ ὁ Ζεὺς ἀπειλεῖ καὶ λέγει πρὸς αὐτὴν
ὄφρα ἴδῃς ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,ἡ γὰρ τῶν φαύλων διάθεσις ἔργων καὶ μίμησις ἂν προσαποδῷ τὴν συμβαίνουσαν αἰσχύνην καὶ βλάβην τοῖς ἐργασαμένοις, ὠφέλησεν οὐκ ἔβλαψε τὸν ἀκροώμενον. οἱ γοῦν φιλόσοφοι παραδείγμασι χρῶνται,
1 ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καὶ μ᾽ ἀπάτησας