Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πιθανότητι ψεῦδος ἐκπλήττει καὶ ἀγαπᾶται μᾶλλον τῆς ἀμύθου καὶ ἀπλάστου περὶ μέτρον καὶ λέξιν κατασκευῆς. ὅθεν ὁ Σωκράτης ἔκ τινων ἐνυπνίων ποιητικῆς ἁψάμενος αὐτὸς μέν, ἅτε δὴ γεγονὼς ἀληθείας ἀγωνιστὴς τὸν ἅπαντα βίον, οὐ πιθανὸς ἦν οὐδ᾽ εὐφυὴς ψευδῶν δημιουργός, τοὺς δ᾽ Αἰσώπου μύθους ἔπεσιν ἐνέτεινεν 1, ὡς ποίησιν οὐκ οὖσαν ψεῦδος μὴ πρόσεστι. : θυσίας μὲν γὰρ ἀχόρους καὶ ἀναύλους ἴσμεν, οὐκ ἴσμεν δ᾽ ἄμυθον οὐδ᾽ ἀψευδῆ ποίησιν. τὰ δ᾽ Ἐμπεδοκλέους ἔπη καὶ Παρμενίδου καὶ θηριακὰ Νικάνδρου καὶ γνωμολογίαι Θεόγνιδος λόγοι εἰσὶ 2 κιχράμενοι 3 παρὰ ποιητικῆς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.