Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰκόνα ‘ταύτην’ ἔφη ‘νῦν γέγραφα,’ ὁ
δὲ ‘καὶ ἢν μὴ λέγῃς, 1’ εἶπεν ‘οἶδ᾽
ὅτι ταχὺ γέγραπται: θαυμάζω δὲ πῶς οὐχὶ τοιαύτας πλείους γέγραφας.’
ὥσπερ τοίνυν ἐπανάγω γὰρ πρὸς τὴν ἐξ ἀρχῆς τοῦ λόγου ὑπόθεσιν τὴν
θεατρικὴν καὶ παρατράγῳδον, οὕτως αὖ πάλιν καὶ τὴν σμικρολογίαν τῆς
λέξεως καὶ ταπείνωσιν παραινῶ διευλαβεῖσθαι
καὶ φεύγειν: ἡ μὲν γὰρ ὑπέρογκος ἀπολίτευτός ἐστιν, ἡ δ᾽ ἰσχνὴ λίαν
ἀνέκπληκτος. καθάπερ δὲ τὸ σῶμα οὐ μόνον ὑγιεινὸν [p. 15]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.