Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ταῦτα ἀπαγγελλόμενα λαμπρὸν ἦρε τὸν Γάλβαν,
καὶ συνέδραμε πλῆθος ἀνδρῶν ἐπὶ θύρας ἐκτεθαρρηκότων
ὑπ᾽ αὐτοῦ βεβαίως, καίτοι τὸ τάχος
ἦν ἄπιστον. ἀλλὰ καὶ δυσὶν ἡμέραις ὕστερον1
Οὐίνιος Τίτος2 ἀπὸ στρατοπέδου μεθ᾽ ἑτέρων
ἀφίκετο τὰ δόξαντα τῇ συγκλήτῳ καθ᾽ ἕκαστον ἀπαγγέλλων. οὗτος μὲν οὖν εἰς τάξιν ἔντιμον προήχθη: τῷ δ᾽ ἀπελευθέρῳ δακτυλίους τε χρυσοῦς ἔδωκε καὶ Μαρκιανὸς ὁ Ἴκελος ἤδη καλούμενος εἶχε τὴν πρώτην ἐν τοῖς ἀπελευθέροις δύναμιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.