Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ γὰρ ἦν ἤδη συνήθης, ἔτος ὄγδοον ἐκεῖνο τὴν ἀρχὴν ἔχων ἐν ᾧ Ἰούνιος Οὐίνδιξ ἐπανέστη Νέρωνι, Γαλατίας ὢν στρατηγός. λέγεται μὲν οὖν καὶ πρὸ τῆς ἐμφανοῦς ἀποστάσεως γράμματα πρὸς αὐτὸν ἀφικέσθαι παρὰ τοῦ Οὐίνδικος, οἷς μήτε πιστεῦσαι μήτε μηνῦσαι καὶ κατειπεῖν,
[p. 214]
ὡς ἕτεροι τῶν ἡγεμονικῶν ἐπιστολὰς αὐτοῖς γραφείσας ἔπεμψαν πρὸς Νέρωνα καὶ διέφθειραν ὅσον ἐπ᾽ αὐτοῖς τὴν πρᾶξιν, ἧς ὕστερον μετασχόντες ὡμολόγησαν αὑτῶν οὐδὲν ἧττον ἢ ἐκείνου προδόται γεγονέναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.