Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὡς δὲ ἐπέστη τῷ νεκρῷ, καὶ κατὰ δή τινα νόμον
Περσῶν ἡ δεξιὰ χεὶρ ἀπεκόπη καί ἡ κεφαλὴ τοῦ σώματος, ἐκέλευσε τὴν
κεφαλὴν αὑτῷ κομισθῆναι καί τῆς κόμης δραξάμενος οὔσης βαθείας καί
λασίας ἐπεδείκνυε τοῖς ἀμφιδοξοῦσιν ἔτι καί φεύγουσιν. οἱ δὲ ἐθαύμαζον
καί προσεκύνουν, ὥστε ταχὺ μυριάδας ἑπτὰ περὶ αὐτὸν γενέσθαι καί
συνεισελάσαι πάλιν εἰς τὸ στρατόπεδον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.