previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοὺς δὲ Λυκίους δεινή τις ἐξαίφνης πρὸς ἀπόνοιαν ὁρμὴ καὶ λόγου κρείσσων κατέσχεν, ἣν ἄν τις ἔρωτι θανάτου μάλιστα προσεικάσειεν οἵ γε μετὰ παίδων καὶ γυναικῶν ἐλεύθεροί τε καὶ δοῦλοι καὶ πᾶσα ἡλικία τοὺς μὲν πολεμίους πρὸς τὴν φλόγα βοηθοῦντας ἀπὸ τῶν τειχῶν ἔβαλλον, αὐτοὶ δὲ κάλαμον καὶ ξύλα καὶ πᾶν ὑπέκκαυμα προσφέροντες ἦγον ἐπὶ τὴν πόλιν [p. 196] τὸ πῦρ, ὀρέγοντες αὐτῷ πᾶσαν ὕλην καὶ πάντα τρόπον ἐξερεθίζοντες καὶ συνεκτρέφοντες. [2] ὡς δ᾽ φλὸξ ῥυεῖσα καὶ διαζώσασα πανταχόθεν τὴν πόλιν διέλαμψε πολλή, περιπαθῶν ἐπὶ τοῖς γινομένοις Βροῦτος ἔξωθεν παρίππευε προθυμούμενος βοηθεῖν, καὶ τὰς χεῖρας ὀρέγων τοῖς Ξανθίοις ἐδεῖτο φείδεσθαι καὶ σῴζειν τὴν πόλιν, οὐδενὸς αὐτῷ προσέχοντος, ἀλλὰ πάντα τρόπον ἑαυτοὺς ἀπολλύντων, [3] οὐ μόνον ἀνδρῶν τε καὶ γυναικῶν, ἀλλὰ καὶ τὰ παιδία τὰ μικρὰ μετὰ κραυγῆς καὶ ἀλαλαγμοῦ τὰ μὲν εἰς τὸ πῦρ ἥλλετο, τὰ δ᾽ ἄνωθεν ἀπὸ τῶν τειχῶν ἐξετραχήλιζεν αὑτά, τὰ δὲ τοῖς ξίφεσι τῶν πατέρων ὑπέβαλλε τὰς σφαγὰς γυμνοῦντα καὶ κελεύοντα παίειν. ὤφθη δὲ τῆς πόλεως διαφθαρείσης γυνή κρεμαμένη μὲν ἐξ ἀγχόνης, παιδίον δὲ νεκρὸν ἐξηρτημένη τοῦ τραχήλου, λαμπάδι δὲ καιομένῃ τὴν οἰκίαν ὑφάπτουσα. [4] καὶ τοῦ θεάματος τραγικοῦ φανέντος ἰδεῖν μὲν οὐχ ὑπέμεινεν Βροῦτος, ἐδάκρυσε δὲ ἀκούσας: καὶ γέρας ἐκήρυξε τῶν στρατιωτῶν ὅστις ἂν δυνηθῇ Λύκιον ἄνδρα περισῶσαι. φασὶ δὲ μόνους ἑκατὸν πεντήκοντα γενέσθαι τοὺς μὴ διαφυγόντας τὸ σωθῆναι. [5] Ξάνθιοι μὲν οὖν διὰ πολλῶν χρόνων ὥσπερ εἱμαρμένην περίοδον διαφθορᾶς ἀποδιδόντες τὴν τῶν προγόνων ἀνενεώσαντο τῇ τόλμῃ τύχην καὶ γὰρ ἐκεῖνοι τὴν πόλιν ὁμοίως ἐπὶ τῶν Περσικῶν κατακαύσαντες ἑαυτοὺς διέφθειραν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: