Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐν
τούτῳ δὲ καὶ Δίων προσερχόμενος ἤδη καταφανὴς ἦν, πρῶτος αὐτὸς ὡπλισμένος λαμπρῶς, καὶ παρ᾽ αὐτὸν ἔνθεν μὲν ὁ ἀδελφὸς Μεγακλῆς, ἔνθεν δὲ Κάλλιππος ὁ Ἀθηναῖος, ἐστεφανωμένοι.
τῶν δὲ ξένων ἑκατὸν μὲν εἵποντο φύλακες περὶ τὸν Δίωνα, τοὺς δ᾽ ἄλλους ἦγον οἱ λοχαγοὶ διακεκοσμημένους, θεωμένων τῶν Συρακουσίων καὶ δεχομένων ὥσπερ ἱεράν τινα καὶ θεοπρεπῆ πομπὴν ἐλευθερίας καὶ δημοκρατίας δι᾽ ἐτῶν ὀκτὼ καὶ τετταράκοντα κατιούσης εἰς τὴν πόλιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.