This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Ἀντώνιος δὲ χαρίεντος
μὲν ἄλλως, ἀπολέμου δὲ καὶ μέγα μηδὲν εἰς δόξαν
αὐτῷ καταλιπόντος γενόμενος πατρός, ἐπὶ τὴν
Καίσαρος ἐτόλμησεν ἀρχήν, οὐδὲν αὐτῷ κατὰ
γένος προσήκουσαν, ἐλθεῖν, καὶ τοῖς ἐκείνῳ προπεπονημένοις
αὐτὸς ἑαυτὸν εἰσεποίησε διάδοχον.
καὶ τοσοῦτον ἴσχυσεν, ἐκ μόνων τῶν περὶ αὐτὸν
ὑπαρχόντων ὁρμώμενος, ὥστε δύο μοίρας τὰ
σύμπαντα ποιησάμενος τὴν ἑτέραν ἑλέσθαι καὶ
λαβεῖν τὴν ἐπιφανεστέραν, ἀπὼν δὲ αὐτὸς ὑπηρέταις
τε καὶ ὑποστρατήγοις Πάρθους τε νικῆσαι
πολλάκις καὶ τὰ περὶ Καύκασον ἔθνη βάρβαρα
μέχρι τῆς Κασπίας ὤσασθαι θαλάσσης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.