Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
λέγεται γοῦν, ὡς ἐν Ἱππίου ποτὲ τοῦ
μίμου γάμοις ἑστιαθεὶς καὶ πιὼν διὰ νυκτός, εἶτα
πρωῒ τοῦ δήμου καλοῦντος εἰς ἀγορὰν προελθὼν
ἔτι τροφῆς μεστὸς ἐμέσειε, τῶν φίλων τινὸς ὑποσχόντος
τὸ ἱμάτιον. ἦν δὲ καὶ Σέργιος ὁ μῖμος
τῶν μέγιστον παρ᾽ αὐτῷ δυναμένων, καὶ Κυθηρὶς
ἀπὸ τῆς αὐτῆς παλαίστρας γύναιον ἀγαπώμενον,
ὃ δὴ καὶ τὰς πόλεις ἐπιὼν ἐν φορείῳ περιήγετο,
καὶ τὸ φορεῖον οὐκ ἐλάττους ἢ τὸ τῆς μητρὸς αὐτοῦ
περιέποντες ἠκολούθουν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.