previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7. οὐ μὴν ἀλλ᾽ ε̂πανελθὼν Καῖσαρ ἐκ τῆς Ἰβηρίας τὰ μὲν ἐγκλήματα παρεῖδεν αὐτοῦ, πρὸς δὲ τὸν πόλεμον ὡς ἐνεργῷ καὶ ἀνδρείῳ καὶ ἡγεμονικῷ χρώμενος οὐδαμῆ διήμαρτεν. αὐτὸς μὲν οὖν μετ᾽ ὀλίγων ἀπὸ Βρεντεσίου διαπεράσας τὸν Ἰόνιον ἔπεμψεν ὀπίσω τὰ πλοῖα, Γαβινίῳ καὶ Ἀντωνίῳ τὰς δυνάμεις ἐμβιβάζειν καὶ περαιοῦν κατὰ τάχος εἰς Μακεδονίαν ἐπιστείλας. [2] Γαβινίου δὲ πρὸς τὸν πλοῦν χαλεπὸν ὄντα χειμῶνος ὥρᾳ καταδειλιάσαντος καὶ πεζῇ μακρὰν ὁδὸν περιάγοντος τὸν στρατόν, Ἀντώνιος ὑπὲρ Καίσαρος ἐν πολλοῖς ἀπειλημμένου πολεμίοις φοβηθεὶς Λίβωνα μὲν ἐφορμοῦντα τῷ στόματι τοῦ λιμένος ἀπεκρούσατο, πολλὰ τῶν λεπτῶν ἀκατίων ταῖς τριήρεσιν αὐτοῦ περιστήσας, ἐμβιβάσας δὲ ταὶς ναυσὶν ἱππεῖς ὀκτακοσίους καὶ δισμυρίους ὁπλίτας ἀνήχθη. [3] καὶ γενόμενος καταφανὴς τοῖς πολεμίοις καὶ διωκόμενος τὸν μὲν ἐκ τούτων κίνδυνον διέφυγε, λαμπροῦ νότου κῦμα μέγα καὶ κοίλην θάλατταν ταῖς τριήρεσιν αὐτῶν περιστήσαντος, ἐκφερόμενος δὲ ταῖς ναυσὶ πρὸς κρημνοὺς καὶ φάραγγας ἀγχιβαθεῖς οὐδεμίαν ἐλπίδα σωτηρίας εἶχεν. [4] ἄφνω δὲ τοῦ κόλπου πολὺν ἐκπνεύσαντος λίβα, καὶ τοῦ κλύδωνος ἀπὸ τῆς γῆς εἰς τὸ πέλαγος διαχεομένου, μεταβαλόμενος ἀπὸ τῆς γῆς καὶ πλέων σοβαρῶς ὁρᾷ ναυαγίων περίπλεων τὸν αἰγιαλόν. ἐνταῦθα γὰρ ἐξέβαλε τὸ πνεῦμα τὰς διωκούσας αὐτὸν τριήρεις, καὶ διεφθάρησαν οὐκ ὀλίγαι: καὶ σωμάτων πολλῶν καὶ χρημάτων ἐκράτησεν Ἀντώνιος, καὶ Λίσσον εἷλε, καὶ μέγα Καίσαρι παρέσχε θάρσος ἐν καιρῷ μετὰ τηλικαύτης ἀφικόμενος δυνάμεως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: