Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
οἱ δὲ ἐναντίοι θαυμάζοντες
ἐθεῶντο, τῷ πνεύματι χρωμένας ὁρῶντες
καὶ ἐπεχούσας πρὸς τὴν Πελοπόννησον. ἔνθα δὴ
φανερὸν αὑτὸν Ἀντώνιος ἐποίησεν οὔτε ἄρχοντος
οὔτε ἀνδρὸς οὔτε ὅλως ἰδίοις λογισμοῖς διοικούμενον,
ἀλλ᾽ ὅπερ τις παίζων εἶπε, τὴν ψυχὴν
τοῦ ἐρῶντος ἐν ἀλλοτρίῳ σώματι ζῆν, ἑλκόμενος
ὑπὸ τῆς γυναικὸς ὥσπερ συμπεφυκὼς καὶ συμμεταφερόμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.