Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τοῖς δὲ κυβερνήταις διακελευόμενος ὥσπερ
ὁρμούσαις ἀτρέμα ταῖς ναυσὶ δέχεσθαι τὰς
ἐμβολὰς τῶν πολεμίων, τὴν περὶ τὸ στόμα δυσχωρίαν
φυλάττοντας. Καίσαρι δὲ λέγεται μὲν
ἔτι σκότους ἀπὸ τῆς σκηνῆς κύκλῳ περιϊόντι
πρὸς τὰς ναῦς ἄνθρωπος ἐλαύνων ὄνον ἀπαντῆσαι,
πυθομένῳ δὲ τοὔνομα γνωρίσας αὐτὸν εἰπεῖν.
‘ἐμοὶ μὲν Εὔτυχος ὄνομα, τῷ δὲ ὄνῳ Νίκων.’
διὸ καὶ τοῖς ἐμβόλοις τὸν τόπον κοσμῶν ὕστερον
ἔστησε χαλκοῦν ὄνον καὶ ἄνθρωπον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.