Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Καῖσαρ δὲ οὐ πρὸς ὕψος οὐδὲ ὄγκον ἐπιδεικτικῶς
πεπηγυίαις ναυσίν, εὐστρόφοις δὲ καὶ ταχείαις
καὶ πεπληρωμέναις ἀκριβῶς ἐξηρτυμένον ἐν
Τάραντι καὶ Βρεντεσίῳ συνέχων τὸ ναυτικόν,
ἔπεμπε πρὸς Ἀντώνιον ἀξιῶν μὴ διατρίβειν τὸν
χρόνον, ἀλλ᾽ ἔρχεσθαι μετὰ τῶν δυνάμεων:
αὐτὸς δὲ τῷ μὲν στόλῳ παρέξειν ὅρμους ἀκωλύτους
καὶ λιμένας, ὑποχωρήσειν δὲ τῷ πεζῷ τῆς
παραλίας1 ἵππου δρόμον ἀπὸ θαλάττης, μέχρι
ἂν ἀσφαλῶς ἀποβῇ καὶ στρατοπεδεύσηται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.