previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

62. οὕτω δὲ ἄρα προσθήκη τῆς γυναικὸς ἦν ὥστε τῷ πεζῷ πολὺ διαφέρων ἐβούλετο τοῦ ναυτικοῦ τὸ κράτος εἶναι διὰ Κλεοπάτραν, καὶ ταῦτα πληρωμάτων ἀπορίᾳ συναρπαζομένους ὁρῶν ὑπὸ τῶν τριηραρχῶν ἐκ τῆς πολλὰ δὴ τλάσης Ἑλλάδος ὁδοιπόρους, ὀνηλάτας, θεριστάς, ἐφήβους, καὶ οὐδὲ οὕτω πληρουμένας τὰς ναῦς, ἀλλὰ τὰς πλείστας ἀποδεεῖς καὶ μοχθηρῶς πλεούσας. [2] Καῖσαρ δὲ οὐ πρὸς ὕψος οὐδὲ ὄγκον ἐπιδεικτικῶς πεπηγυίαις ναυσίν, εὐστρόφοις δὲ καὶ ταχείαις καὶ πεπληρωμέναις ἀκριβῶς ἐξηρτυμένον ἐν Τάραντι καὶ Βρεντεσίῳ συνέχων τὸ ναυτικόν, ἔπεμπε πρὸς Ἀντώνιον ἀξιῶν μὴ διατρίβειν τὸν χρόνον, ἀλλ᾽ ἔρχεσθαι μετὰ τῶν δυνάμεων: αὐτὸς δὲ τῷ μὲν στόλῳ παρέξειν ὅρμους ἀκωλύτους καὶ λιμένας, ὑποχωρήσειν δὲ τῷ πεζῷ τῆς παραλίας1 ἵππου δρόμον ἀπὸ θαλάττης, μέχρι ἂν ἀσφαλῶς ἀποβῇ καὶ στρατοπεδεύσηται. [3] τούτοις ἀντικομπάξων Ἀντώνιος αὐτὸν μὲν εἰς μονομαχίαν προὐκαλεῖτο, καίπερ ὢν πρεσβύτερος: εἰ δὲ φεύγοι τοῦτο, περὶ Φάρσαλον ἠξίου τοῖς στρατεύμασιν, ὡς πάλαι Καῖσαρ καὶ Πομπήϊος, διαγωνίσασθαι. φθάνει δὲ Καῖσαρ, Ἀντωνίου περὶ τὸ Ἄκτιον ὁρμοῦντος, ἐν τόπῳ νῦν Νικόπολις ἵδρυται, διαβαλὼν τὸν Ἰόνιον καὶ τῆς Ἠπείρου χωρίον Τορύνη καλεῖται κατασχών: θορυβουμένων δὲ τῶν περὶ τὸν Ἀντώνιον ῾ὑστέρει γὰρ πεζὸς αὐτοῖσ᾽ μὲν Κλεοπάτρα σκώπτουσα, ‘τί δεινόν,’ ἔλεγεν, ‘εἰ Καῖσαρ ἐπὶ τορύνῃ κάθηται;’

1 παραλίας Xylander's correction of the MSS. Ἰταλίας, adopted by both Sintenis and Bekker.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: