Click on a word to bring up parses, dictionary entries, and frequency statistics
συνιόντων δὲ πρὸς τὸν πόλεμον Ἀντωνίῳ
μὲν ἦσαν αἱ μάχιμοι νῆες οὐκ ἐλάττους πεντακοσίων,
ἐν αἷς ὀκτήρεις πολλαὶ καὶ δεκήρεις
κεκοσμημέναι σοβαρῶς καὶ πανηγυρικῶς, στρατοῦ
δὲ μυριάδες δέκα, δισχίλιοι δ᾽ ἱππεῖς ἐπὶ μυρίοις.
βασιλεῖς δὲ ὑπήκοοι συνεμάχουν Βόκχος ὁ
Λιβύων καὶ Ταρκόνδημος ὁ τῆς ἄνω Κιλικίας,
καὶ Καππαδοκίας μὲν Ἀρχέλαος, Παφλαγονίας
δὲ Φιλάδελφος, Κομμαγηνῆς δὲ Μιθριδάτης,
Σαδάλας δὲ Θρᾴκης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.