previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

56. ταῦτα ἐν Ἀρμενίᾳ διατρίβων Ἀντώνιος ἤκουσε: καὶ Κανίδιον εὐθὺς ἐκέλευσεν ἑκκαίδεκα τέλη λαβόντα καταβαίνειν ἐπὶ θάλατταν. αὐτὸς δὲ Κλεοπάτραν ἀναλαβὼν εἰς Ἔφεσον ἧκε. καὶ τὸ ναυτικὸν ἐκεῖ συνῄει πανταχόθεν, ὀκτακόσιαι σὺν ὁλκάσι νῆες, ὧν Κλεοπάτρα παρεῖχε διακοσίας καὶ τάλαντα δισμύρια καὶ τροφὴν τῷ στρατῷ παντὶ πρὸς τὸν πόλεμον. [2] Ἀντώνιος δὲ πεισθεὶς ὑπὸ Δομιτίου καί τινων ἄλλων ἐκέλευε Κλεοπάτραν πλεῖν ἐπ᾽ Αἰγύπτου κἀκεῖ διακαραδοκεῖν τὸν πόλεμον. δὲ φοβουμένη τὰς δἰ Ὀκταουίας πάλιν αὐτοῦ διαλύσεις ἔπεισε πολλοῖς Κανίδιον χρήμασιν Ἀντωνίῳ διαλεχθῆναι περὶ αὐτῆς, ὡς οὔτε δίκαιον ἀπελαύνεσθαι τοῦ πολέμου γυναῖκα συμβολὰς τηλικαύτας διδοῦσαν, [3] οὔτε συμφέρον ἀθυμοτέρους ποιεῖν τοὺς Αἰγυπτίους μέγα μέρος τῆς ναυτικῆς δυνάμεως ὄντας: ἄλλως δὲ μηδὲ ὁρᾶν οὗτινος τῶν συστρατευόντων βασιλέων ἀπολείποιτο τὸ φρονεῖν Κλεοπάτρα, πολὺν μὲν χρόνον δἰ αὑτῆς κυβερνῶσα βασιλείαν τοσαύτην, πολὺν δὲ ἐκείνῳ συνοῦσα καὶ μανθάνουσα χρῆσθαι πράγμασι μεγάλοις. ταῦτα ῾ἔδει γὰρ εἰς Καίσαρα πάντα περιελθεῖν᾽ ἐνίκα: καὶ συνιουσῶν τῶν δυνάμεων πλεύσαντες εἰς Σάμον ἐν εὐπαθείαις ἦσαν. [4] ὥσπερ γὰρ βασιλεῦσι καὶ δυνάσταις καὶ τετράρχαις ἔθνεσί τε καὶ πόλεσι πάσαις ταῖς μεταξὺ Συρίας καὶ Μαιώτιδος καὶ Ἀρμενίας καὶ Ἰλλυριῶν προείρητο πέμπειν καὶ κομίζειν τὰς εἰς τὸν πόλεμον παρασκευάς, οὕτω πᾶσι τοῖς περὶ τὸν Διόνυσον τεχνίταις ἐπάναγκες ἦν εἰς Σάμον ἀπαντᾶν: καὶ τῆς ἐν κύκλῳ σχεδὸν ἁπάσης οἰκουμένης περιθρηνουμένης καὶ περιστεναζομένης, μία νῆσος ἐφ᾽ ἡμέρας πολλὰς κατηυλεῖτο καὶ κατεψάλλετο πληρουμένων θεάτρων καὶ χορῶν ἀγωνιζομένων. [5] συνέθυε δὲ καὶ πόλις πᾶσα βοῦν πέμπουσα, καὶ βασιλεῖς διημιλλῶντο ταῖς ὑποδοχαῖς καὶ δωρεαῖς πρὸς ἀλλήλους. ὥστε καὶ λόγος διῄει, τίνες ἔσονται κρατήσαντες ἐν τοῖς ἐπινικίοις οἱ τοῦ πολέμου τὰς παρασκευὰς οὕτω πολυτελῶς ἑορτάζοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: