Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
πρῶτον μὲν ἀπέφηνε Κλεοπάτραν
βασίλισσαν Αἰγύπτου καὶ Κύπρου καὶ Λιβύης
καὶ κοίλης Συρίας, συμβασιλεύοντος αὐτῇ Καισαρίωνος,
ὃς ἐκ Καίσαρος ἐδόκει τοῦ προτέρου
γεγονέναι Κλεοπάτραν ἔγκυον καταλιπόντος:
δεύτερον δὲ τοὺς ἐξ αὑτοῦ καὶ Κλεοπάτρας υἱοὺς
βασιλεῖς βασιλέων ἀναγορεύσας Ἀλεξάνδρῳ μὲν
Ἀρμενίαν ἀπένειμε καὶ Μηδίαν καὶ τὰ Πάρθων,
ὅταν ὑπαγάγηται, Πτολεμαίῳ δὲ Φοινίκην καὶ
Συρίαν καὶ Κιλικίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.