Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἡ δέ, καίπερ
ἀχθομένη καὶ νοοῦσα τὴν πρόφασιν, ὅμως ἔγραψε
πυνθανομένη ποῖ κελεύει πεμφθῆναι τὰ κομιζόμενα
πρὸς αὐτόν. ἐκόμιζε δὲ πολλὴν μὲν
ἐσθῆτα στρατιωτικήν, πολλὰ δὲ ὑποζύγια καὶ
χρήματα καὶ δῶρα τοῖς περὶ αὐτὸν ἡγεμόσι καὶ
φίλοις: ἐκτὸς δὲ τούτων στρατιώτας ἐπιλέκτους
δισχιλίους εἰς στρατηγικὰς σπείρας κεκοσμημένους
ἐκπρεπέσι πανοπλίαις. ταῦτα Νίγρος τις
Ἀντωνίου φίλος ἀποσταλεὶς παρ᾽ αὐτῆς ἔφραζε,
καὶ προσετίθει τοὺς ἀξίους καὶ πρέποντας
ἐπαίνους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.