Click on a word to bring up parses, dictionary entries, and frequency statistics
51.
τότε δὲ διὰ πολλοῦ χειμῶνος ἤδη καὶ
νιφετῶν ἀπαύστων ἐπειγόμενος ὀκτακισχιλίους
ἀπέβαλε καθ᾽ ὁδόν. αὐτὸς δὲ καταβὰς ὀλιγοστὸς
ἐπὶ θάλασσαν ἐν χωρίῳ τινὶ μεταξὺ Βηρυτοῦ
κειμένῳ καὶ Σιδῶνος, Λευκὴ κώμη καλεῖται,
Κλεοπάτραν περιέμενε: καὶ βραδυνούσης ἀδημονῶν
ἤλυε, ταχὺ μὲν εἰς τὸ πίνειν καὶ μεθύσκεσθαι
διδοὺς ἑαυτόν,
[2]
οὐ καρτερῶν δὲ κατακείμενος,
ἀλλὰ μεταξὺ πινόντων ἀνιστάμενος
καὶ ἀναπηδῶν πολλάκις ἐπισκοπεῖν, ἕως ἐκείνη
κατέπλευσεν, ἐσθῆτα πολλὴν καὶ χρήματα κομίζουσα
τοῖς στρατιώταις. εἰσὶ δὲ οἱ λέγοντες ὅτι
τὴν μὲν ἐσθῆτα παρ᾽ ἐκείνης λαβών, τὸ δὲ
ἀργύριον ἐκ τῶν ἰδίων ἑαυτοῦ, διένειμεν ὡς
ἐκείνης διδούσης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.