previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

48. Πηγνυμένων οὖν τῶν σκηνῶν, καὶ τῶν Πάρθων εὐθύς, ὥσπερ εἰώθεισαν, ἀπαλλαττομένων, ἧκεν αὖθις Μιθριδάτης, καὶ τοῦ Ἀλεξάνδρου προσελθόντος παρῄνει μικρὸν ἡσυχάσαντα τὸν στρατὸν ἀνιστάναι καὶ σπεύδειν ἐπὶ τὸν ποταμόν, ὡς οὐ διαβησομένων Πάρθων, ἄχρι δὲ ἐκείνου διωξόντων. ταῦτα ἀπαγγείλας πρὸς Ἀντώνιον Ἀλέξανδρος ἐκφέρει παρ᾽ αὐτοῦ χρυσᾶ ποτήρια πάμπολλα καὶ φιάλας, ὧν ἐκεῖνος, ὅσα τῇ ἐσθῆτι κατακρύψαι δυνατὸς ἦν, λαβὼν ἀπήλαυνεν. [2] ἔτι δὲ ἡμέρας οὔσης ἀναζεύξαντες ἐπορεύοντο, τῶν πολεμίων οὐ παρενοχλούντων, αὐτοὶ δὲ ἑαυτοῖς νύκτα χαλεπωτάτην πασῶν ἐκείνην καὶ φοβερωτάτην ἀπεργασάμενοι. τοὺς γὰρ ἔχοντας ἀργύριον χρυσίον ἀποκτιννύντες ἐσύλων καὶ τὰ χρήματα τῶν ὑποζυγίων ἀφήρπαζον: τέλος δὲ τοῖς Ἀντωνίου σκευοφόροις ἐπιχειρήσαντες ἐκπώματα καὶ τραπέζας πολυτελεῖς κατέκοπτον καὶ διενέμοντο.

[3] θορύβου δὲ πολλοῦ καὶ πλάνου τὸ στράτευμα πᾶν ἐπέχοντος ῾ᾤοντο γὰρ ἐπιπεπτωκότων τῶν πολεμίων τροπὴν γεγονέναι καὶ διασπασμόν᾽ Ἀντώνιος ἕνα καλέσας τῶν δορυφορούντων αὐτὸν ἀπελευθέρων, ὄνομα Ῥάμνον, ὥρκωσεν, ὅταν κελεύσῃ, τὸ ξίφος αὐτοῦ διεῖναι καὶ τὴν κεφαλὴν ἀποτεμεῖν, ὡς μήτε ἁλῴη ζῶν ὑπὸ τῶν πολεμίων μήτε γνωσθείη τεθνηκώς. [4] ἐκδακρυσάντων δὲ τῶν φίλων Μάρδος ἐθάρρυνε τὸν Ἀντώνιον, ὡς ἐγγὺς ὄντος τοῦ ποταμοῦ: καὶ γὰρ αὔρα τις ἀπορρέουσα νοτερὰ καὶ ψυχρότερος ἀὴρ ἀπαντῶν ἡδίω τὴν ἀναπνοὴν ἐποίει, καὶ τὸν χρόνον ἔφη τῆς πορείας οὕτω συμπεραίνειν τὸ μέτρον: οὐκέτι γὰρ ἦν πολὺ τὸ λειπόμενον τῆς νυκτός. [5] ἅμα δ᾽ ἀπήγγελλον ἕτεροι τὸν θόρυβον ἐκ τῆς πρὸς αὑτοὺς ἀδικίας καὶ πλεονεξίας εἶναι. διὸ καὶ καταστῆσαι τὸ πλῆθος εἰς τάξιν ἐκ τῆς πλάνης καὶ τοῦ διασπασμοῦ βουλόμενος ἐκέλευσε σημαίνειν κατάζευξιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: