Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἦν δὲ μεστὸν τὸ πεδίον κεκυφότων χαμᾶζε καὶ
τοὺς λίθους περιορυττόντων καὶ μεθιστάντων:
τέλος δὲ χολὴν ἐμοῦντες ἔθνησκον, ἐπεὶ καὶ τὸ
μόνον ἀντιπαθές, οἶνος, ἐξέλιπε. φθειρομένων δὲ
πολλῶν καὶ τῶν Πάρθων οὐκ ἀφισταμένων πολλάκις
ἀναφθέγξασθαι τὸν Ἀντώνιον ἱστοροῦσιν,
‘ὦ μύριοι,’ θαυμάζοντα τοὺς μετὰ Ξενοφῶντος,
ὅτι καὶ πλείονα καταβαίνοντες ὁδὸν ἐκ τῆς Βαβυλωνίας
καὶ πολλαπλασίοις μαχόμενοι πολεμίοις
ἀπεσώθησαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.