Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τῶν δὲ οἱ μὲν παρεκελεύοντο θαρρεῖν, οἱ
δὲ ἀπολογούμενοι σφᾶς αὐτοὺς παρεῖχον, εἴτε
βούλοιτο δεκατεύειν, εἴτε ἄλλῳ τρόπῳ κολάζειν:
μόνον παύσασθαι δυσφοροῦντα καὶ λυπούμενον
ἐδέοντο. πρὸς ταῦτα τὰς χεῖρας ἀνατείνας ἐπεύξατο
τοῖς θεοῖς, εἴ τις ἄρα νέμεσις τὰς πρόσθεν
εὐτυχίας αὐτοῦ μέτεισιν, εἰς αὐτὸν ἐλθεῖν, τῷ δ᾽
ἄλλῳ στρατῷ σωτηρίαν διδόναι καὶ νίκην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.