Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἅμα δ᾽ ἡμέρᾳ
πολὺ πλείονες ἐπηθροίζοντο, καὶ λέγονται τετρακισμυρίων
οὐκ ἐλάττονες ἱππόται γενέσθαι,
βασιλέως καὶ τοὺς περὶ αὐτὸν ἀεὶ τεταγμένους
ὡς ἐπὶ σαφεῖ καὶ βεβαίῳ κατορθώματι πέμψαντος:
αὐτὸς μὲν γὰρ οὐδεμιᾷ μάχῃ παρέτυχεν. Ἀντώνιος δὲ βουλόμενος προσαγορεῦσαι τοὺς
στρατιώτας ᾔτησε φαιὸν ἱμάτιον, ὡς οἰκτρότερος
ὀφθείη. τῶν δὲ φίλων ἐναντιωθέντων ἐν τῇ
στρατηγικῇ φοινικίδι προελθὼν ἐδημηγόρησε, τοὺς
μὲν νενικηκότας ἐπαινῶν, ὀνειδίζων δὲ τοὺς φυγόντας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.