Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὁρῶντες δὲ αὐτὸν οἱ τῆς οὐραγίας
ἡγεμόνες ἀπορρηγνύμενον ἐκάλουν πέμποντες:
ὁ δὲ οὐκ ἐπείθετο. Τίτιον δέ φασι τὸν ταμίαν
καὶ τῶν σημαιῶν ἐπιλαβόμενον στρέφειν ὀπίσω
καὶ λοιδορεῖν τὸν Γάλλον ὡς ἀπολλύντα πολλοὺς
καὶ ἀγαθοὺς ἄνδρας. ἀντιλοιδοροῦντος δὲ
ἐκείνου καὶ διακελευομένου τοῖς περὶ αὑτὸν μένειν,
ὁ μὲν Τίτιος ἀπεχώρει: τὸν δὲ Γάλλον ὠθούμενον
εἰς τοὺς κατὰ στόμα λανθάνουσι πολλοὶ
περισχόντες ἐκ τῶν ὄπισθεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.