previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

42. ἐκ τούτου μαθὼν Ἀντώνιος ποιεῖν ἔδει, πολλοῖς ἀκοντισταῖς καὶ σφενδονήταις οὐ μόνον τὴν οὐραγίαν, ἀλλὰ καὶ τὰς πλευρὰς ἑκατέρας στομώσας ἐν πλαισίῳ τὸν στρατὸν ἦγε, καὶ τοῖς ἱππόταις εἴρητο προσβάλλοντας τρέπεσθαι, τρεψαμένους δὲ μὴ πόρρω διώκειν, ὥστε τοὺς Πάρθους τὰς ἐφεξῆς τέσσαρας ἡμέρας οὐθὲν πλέον δράσαντας παθόντας ἀμβλυτέρους γεγονέναι καὶ τὸν χειμῶνα ποιουμένους πρόφασιν ἀπιέναι διανοεῖσθαι.

[2] τῇ δὲ πέμπτῃ Φλαούϊος Γάλλος, ἀνὴρ πολεμικὸς καὶ δραστήριος ἐφ᾽ ἡγεμονίας τεταγμένος, ᾔτησεν Ἀντώνιον προσελθὼν πλείονας ψιλοὺς ἀπ᾽ οὐρᾶς, καὶ τῶν ἀπὸ τοῦ στόματος ἱππέων τινὰς ὡς μέγα κατόρθωμα ποιήσων. δόντος δὲ προσβάλλοντας ἀνέκοπτε τοὺς πολεμίους, οὐχ, ὡς πρότερον, ὑπάγων ἅμα πρὸς τοὺς ὁπλίτας καὶ ἀναχωρῶν, ἀλλὰ ὑφιστάμενος καὶ συμπλεκόμενος παραβολώτερον. [3] ὁρῶντες δὲ αὐτὸν οἱ τῆς οὐραγίας ἡγεμόνες ἀπορρηγνύμενον ἐκάλουν πέμποντες: δὲ οὐκ ἐπείθετο. Τίτιον δέ φασι τὸν ταμίαν καὶ τῶν σημαιῶν ἐπιλαβόμενον στρέφειν ὀπίσω καὶ λοιδορεῖν τὸν Γάλλον ὡς ἀπολλύντα πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας. ἀντιλοιδοροῦντος δὲ ἐκείνου καὶ διακελευομένου τοῖς περὶ αὑτὸν μένειν, μὲν Τίτιος ἀπεχώρει: τὸν δὲ Γάλλον ὠθούμενον εἰς τοὺς κατὰ στόμα λανθάνουσι πολλοὶ περισχόντες ἐκ τῶν ὄπισθεν. [4] βαλλόμενος δὲ πανταχόθεν ἐκάλει πέμπων ἀρωγήν. οἱ δὲ τοὺς ὁπλίτας ἄγοντες, ὧν καὶ Κανίδιος ἦν, ἀνὴρ παρὰ Ἀντωνίῳ δυνάμενος μέγιστον, οὐ μικρὰ δοκοῦσι διαμαρτεῖν. δέον γὰρ ἀθρόαν ἐπιστρέψαι τὴν φάλαγγα, πέμποντες κατ᾽ ὀλίγους ἐπιβοηθοῦντας, καὶ πάλιν ἡττωμένων τούτων ἑτέρους ἀποστέλλοντες, ἔλαθον ὀλίγου δεῖν ἥττης καὶ φυγῆς ὅλον ἀναπλήσαντες τὸ στρατόπεδον, εἰ μὴ ταχὺ μὲν αὐτὸς Ἀντώνιος μετὰ τῶν ὅπλων ἀπὸ τοῦ στόματος ἧκεν ὑπαντιάζων, ταχὺ δὲ τὸ τρίτον τάγμα διὰ τῶν φευγόντων ἐπὶ τοὺς πολεμίους ὠσάμενον ἔσχε τοῦ πρόσω διώκειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: