Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ὢν δὲ καὶ δήμῳ πιθανὸς
ἐντυχεῖν καὶ στρατὸν ἄγειν διὰ λόγου παρ᾽
ὁντινοῦν τῶν τότε πεφυκώς, ἐξέλιπεν αὐτὸς
αἰσχύνῃ καὶ κατηφείᾳ τὸ παραθαρρῦναι τὸ
πλῆθος, Δομίτιον δὲ Ἀηνόβαρβον ἐκέλευε τοῦτο
ποιῆσαι. καί τινες μὲν ἠγανάκτησαν ὡς ὑπερορώμενοι,
τὸ δὲ πλεῖστον ἐπεκλάσθη καὶ συνεφρόνησε
τὴν αἰτίαν: διὸ καὶ μᾶλλον ᾤοντο δεῖν ἀνταιδεῖσθαι
καὶ πείθεσθαι τῷ στρατηγῷ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.