Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐκ δὲ τούτου
προσελαύνοντες ἐγγυτέρω καὶ τοὺς ἵππους
ἀτρέμα παραβάλλοντες ἐλοιδόρουν τὸν Ἀντώνιον,
ὅτι βουλομένῳ Φραάτῃ διαλλαγῆναι καὶ φείσασθαι
τοιούτων ἀνδρῶν καὶ τοσούτων ἀφορμὴν
οὐ δίδωσιν, ἀλλὰ τοὺς χαλεποὺς καὶ μεγάλους
κάθηται πολεμίους ἀναμένων, λιμὸν καὶ χειμῶνα,
δἰ ὧν ἔργον ἐστὶ καὶ προπεμπομένους ὑπὸ
Πάρθων ἀποφεύγειν. πολλῶν δὲ ταῦτα πρὸς τὸν
Ἀντώνιον ἀναφερόντων, μαλασσόμενος ὑπὸ τῆς
ἐλπίδος ὅμως οὐ πρότερον ἐπεκηρυκεύσατο πρὸς
τὸν Πάρθον ἢ πυθέσθαι τῶν φιλοφρονουμένων
ἐκείνων βαρβάρων εἰ τοῦ βασιλέως ταῦτα φρονοῦντος
διαλέγοιντο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.