Click on a word to bring up parses, dictionary entries, and frequency statistics
χαλεπὸς δὲ ἀμφοτέροις ἦν ὁ πόλεμος, καὶ
τὸ μέλλον αὐτοῦ φοβερώτερον, Ἀντωνίῳ μὲν
προσδοκῶντι λιμόν: οὐκέτι γὰρ ἦν ἄνευ τραυμάτων
καὶ νεκρῶν πολλῶν ἐπισιτίσασθαι: Φραάτης
δὲ τοὺς Πάρθους ἐπιστάμενος πάντα μᾶλλον
ἢ χειμῶνος ἔξω προσταλαιπωρεῖν καὶ θυραυλεῖν
δυναμένους, ἐφοβεῖτο μὴ τῶν Ῥωμαίων ἐγκαρτερούντων
καὶ παραμενόντων ἀπολίπωσιν αὐτόν,
ἤδη τοῦ ἀέρος συνισταμένου μετὰ φθινοπωρινὴν
ἰσημερίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.