Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὅπου συνελθούσης αὐτῷ
τῆς δυνάμεως καὶ τῶν συμμάχων βασιλέων ῾πάμπολλοι
δὲ ἦσαν οὗτοι, μέγιστος δὲ πάντων ὁ τῆς
Ἀρμενίας Ἀρταουάσδης, ἑξακισχιλίους ἱππεῖς
καὶ πεζοὺς ἑπτακισχιλίους παρέχων᾽ ἐξήτασε τὸν
στρατόν. ἦσαν δὲ Ῥωμαίων μὲν αὐτῶν ἑξακισμύριοι
πεζοὶ καὶ τὸ Ῥωμαίοις συντεταγμένον
ἱππικόν, Ἰβήρων καὶ Κελτῶν μύριοι, τῶν δὲ
ἄλλων ἐθνῶν ἐγένοντο τρεῖς μυριάδες σὺν ἱππεῦσιν
ὁμοῦ καὶ ψιλοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.