Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἀλλὰ τὸ αἰσχρὸν ἦν τῶν
Κλεοπάτρας τιμῶν ἀνιαρότατον. ηὔξησε δὲ τὴν
διαβολὴν παῖδας ἐξ αὐτῆς διδύμους ἀνελόμενος,
καὶ προσαγορεύσας τὸν μὲν Ἀλέξανδρον, τὴν δὲ
Κλεοπάτραν, ἐπίκλησιν δὲ τὸν μὲν Ἥλιον, τὴν δὲ
Σελήνην. οὐ μὴν ἀλλ᾽ ἀγαθὸς ὢν ἐγκαλλωπίσασθαι
τοῖς αἰσχροῖς ἔλεγε τῆς μὲν Ῥωμαίων
ἡγεμονίας οὐ δἰ ὧν λαμβάνουσιν, ἀλλ᾽ ἐν οἷς
χαρίζονται φαίνεσθαι τὸ μέγεθος: διαδοχαῖς δὲ
καὶ τεκνώσεσι πολλῶν βασιλέων πλατύνεσθαι
τὰς εὐγενείας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.