Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐλθούσῃ δὲ χαρίζεται καὶ προστίθησι
μικρὸν οὐδὲν οὐδ᾽ ὀλίγον, ἀλλὰ Φοινίκην,
κοίλην Συρίαν, Κύπρον, Κιλικίας πολλήν: ἔτι
δὲ τῆς τε Ἰουδαίων τὴν τὸ βάλσαμον φέρουσαν
καὶ τῆς Ναβαταίων Ἀραβίας ὅση πρὸς τὴν ἐκτὸς
ἀποκλίνει θάλασσαν. αὗται μάλιστα Ῥωμαίους
ἠνίασαν αἱ δωρεαί. καίτοι πολλοῖς ἐχαρίζετο
τετραρχίας καὶ βασιλείας ἐθνῶν μεγάλων, ἰδιώταις
οὖσι, πολλοὺς δ᾽ ἀφῃρεῖτο βασιλείας, ὡς
Ἀντίγονον τὸν Ἰουδαῖον, ὃν καὶ προαγαγὼν
ἐπελέκισεν, οὐδενὸς πρότερον ἑτέρου βασίλεως
οὕτω κολασθέντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.