Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
‘εἰ δὲ τὰ
χείρω κρατήσειεν,’ ἔφη, ‘καὶ γένοιτο πόλεμος,
ὑμῶν μὲν ἄδηλον ὅτῳ κρατεῖν ἢ κρατεῖσθαι πέπρωται,
τὰ ἐμὰ δ᾽ ἀμφοτέρως ἄθλια.’ τούτοις
ἐπικλασθεὶς ὁ Καῖσαρ ἧκεν εἰρηνικῶς εἰς Τάραντα,
καὶ θέαμα κάλλιστον οἱ παρόντες ἐθεῶντο,
πολὺν μὲν ἐκ γῆς στρατὸν ἡσυχάζοντα, πολλὰς
δὲ ναῦς ἀτρέμα πρὸς τοὶς αἰγιαλοῖς ἐχούσας, αὐτῶν
δὲ καὶ φίλων ἀπαντήσεις καὶ φιλοφροσύνας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.