previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

33. Ἀντώνιος δὲ μετὰ τὰς διαλύσεις Οὐεντίδιον μὲν εἰς Ἀσίαν προὔπεμπε Πάρθοις ἐμποδὼν ἐσόμενον τοῦ πρόσω χωρεῖν, αὐτὸς δὲ Καίσαρι χαριζόμενος ἱερεὺς ἀπεδείχθη τοῦ προτέρου Καίσαρος: καὶ τἆλλα κοινῶς καὶ φιλικῶς ἐν τοῖς πολιτικοῖς καὶ μεγίστοις ἔπραττον. αἱ δὲ περὶ τὰς παιδιὰς ἅμιλλαι τὸν Ἀντώνιον ἐλύπουν ἀεὶ τοῦ Καίσαρος ἔλαττον φερόμενον. [2] ἦν γάρ τις ἀνὴρ σὺν αὐτῷ μαντικὸς ἀπ᾽ Αἰγύπτου τῶν τὰς γενέσεις ἐπισκοπούντων, ὃς εἴτε Κλεοπάτρᾳ χαριζόμενος εἴτε χρώμενος ἀληθείᾳ πρὸς τὸν Ἀντώνιον ἐπαρρησιάζετο, λέγων τὴν τύχην αὐτοῦ λαμπροτάτην οὖσαν καὶ μεγίστην ὑπὸ τῆς Καίσαρος ἀμαυροῦσθαι, καὶ συνεβούλευε πορρωτάτω τοῦ νεανίσκου ποιεῖν ἑαυτόν. ‘ γὰρ σός,’ ἔφη, ‘δαίμων τὸν τούτου φοβεῖται: καὶ γαῦρος ὢν καὶ ὑψηλὸς ὅταν καθ᾽ ἑαυτόν, ὑπ᾽ ἐκείνου γίνεται ταπεινότερος ἐγγίσαντος καὶ ἀγεννέστερος.’ [3] καὶ μέντοι τὰ γινόμενα τῷ Αἰγυπτίῳ μαρτυρεῖν ἐδόκει. λέγεται γὰρ ὅτι κληρουμένων μετὰ παιδιᾶς ἐφ᾽ ὅτῳ τύχοιεν ἑκάστοτε καὶ κυβευόντων ἔλαττον ἔχων Ἀντώνιος ἀπῄει. πολλάκις δὲ συμβαλόντων ἀλεκτρυόνας, πολλάκις δὲ μαχίμους ὄρτυγας, ἐνίκων οἱ Καίσαρος.

ἐφ᾽ οἷς ἀνιώμενος ἀδήλως Ἀντώνιος καὶ μᾶλλόν τι τῷ Αἰγυπτίῳ προσέχων, ἀπῆρεν ἐκ τῆς Ἰταλίας, ἐγχειρίσας Καίσαρι τὰ οἰκεῖα: τὴν δὲ Ὀκταουίαν ἄχρι τῆς Ἑλλάδος ἐπήγετο θυγατρίου γεγονότος αὐτοῖς. [4] διαχειμάζοντι δὲ αὐτῷ περὶ Ἀθήνας ἀπαγγέλλεται τὰ πρῶτα τῶν Οὐεντιδίου κατορθωμάτων, ὅτι μάχῃ τοὺς Πάρθους κρατήσας Λαβιηνὸν ἀπεκτόνοι καὶ Φαρναπάτην ἡγεμονικώτατον τῶν Ὑρώδου βασιλέως στρατηγῶν. ἐπὶ τούτοις εἱστία τοὺς Ἕλληνας, ἐγυμνασιάρχει δὲ Ἀθηναίοις, καὶ τὰ τῆς ἡγεμονίας παράσημα καταλιπὼν οἴκοι μετὰ τῶν γυμνασιαρχικῶν ῥάβδων ἐν ἱματίῳ καὶ φαικασίοις προῄει καὶ διαλαμβάνων τοὺς νεανίσκους ἐτραχήλιζεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (13 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: