Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοιαῦτα ληροῦντα καὶ μειρακιευόμενον
τὸν Ἀντώνιον ἀγγελίαι δύο καταλαμβάνουσιν, ἡ
μὲν ἀπὸ Ῥώμης, Λεύκιον τὸν ἀδελφὸν αὐτοῦ καὶ
Φουλβίαν τὴν γυναῖκα πρῶτον ἀλλήλοις στασιάσαντας,
εἶτα Καίσαρι πολεμήσαντας, ἀποβεβληκέναι
τὰ πράγματα καὶ φεύγειν ἐξ Ἰταλίας,
ἑτέρα δὲ ταύτης οὐδὲν ἐπιεικεστέρα, Λαβιηνὸν
ἐπάγοντα Πάρθους τὴν ἀπ᾽ Εὐφράτου καὶ
Συρίας ἄχρι Λυδίας καὶ Ἰωνίας Ἀσίαν καταστρέφεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.