Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ Γαβίνιος ἀνὴρ ὑπατικὸς εἰς
Συρίαν πλέων ἀνέπειθεν αὐτὸν ὁρμῆσαι πρὸς τὴν
στρατείαν, ἰδιώτης μὲν οὐκ ἂν ἔφη συνεξελθεῖν,
ἀποδειχθεὶς δὲ τῶν ἱππέων ἄρχων συνεστράτευε.
καὶ πρῶτον μὲν ἐπ᾽ Ἀριστόβουλον Ἰουδαίους
ὰφιστάντα πεμφθεὶς αὐτὸς μὲν ἐπέβη τοῦ μεγίστου
τῶν ἐρυμάτων πρῶτος, ἐκεῖνον δὲ πάντων
ἐξήλασεν: εἶτα μάχην συνάψας καὶ τρεψάμενος
ὀλίγοις τοῖς σὺν αὑτῷ τοὺς ἐκείνου πολλαπλασίους
ὄντας ἀπέκτεινε πλὴν ὀλίγων ἅπαντας: αὐτὸς
δὲ μετὰ τοῦ παιδὸς Ἀριστόβουλος ἥλω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.