Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἰατρὸν οὖν ποτε θρασυνόμενον καὶ πράγματα
πολλὰ παρέχοντα δειπνοῦσιν αὐτοῖς ἐπιστομίσαι
τοιούτῳ σοφίσματι: ‘τῷ πως πυρεττοντι
δοτέον ψυχρόν: πᾶς δὲ ὁ πυρέττων πως
πυρέττει: παντὶ ἄρα πυρέττοντι δοτέον ψυχρόν.’
πληγέντος δὲ τοῦ ἀνθρώπου καὶ σιωπήσαντος,
ἡσθέντα τὸν παῖδα γελάσαι καὶ εἰπεῖν, ‘ταῦτα,
ὦ Φιλώτα, χαρίζομαι πάντα σοι,’ δείξαντα πολλῶν
τινων καὶ μεγάλων ἐκπωμάτων μεστὴν τράπεζαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.