Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
παρεισαχθεὶς οὖν
εἰς τοὐπτανεῖον, ὡς τά τε ἄλλα πάμπολλα ἑώρα
καὶ σῦς ἀγρίους ὀπτωμένους ὀκτώ, θαυμάσαι τὸ
πλῆθος τῶν δειπνούντων. τὸν δὲ ὀψοποιὸν γελάσαι
καὶ εἰπεῖν ὅτι πολλοὶ μὲν οὐκ εἰσὶν οἱ δειπνοῦντες,
ἀλλὰ περὶ δώδεκα: δεῖ δ᾽ ἀκμὴν ἔχειν
τῶν παρατιθεμένων ἕκαστον, ἣν ἀκαρὲς ὥρας μαραίνει.
καὶ γὰρ αὐτίκα γένοιτ᾽ ἂν Ἀντώνιον
δείπνου δεηθῆναι καὶ μετὰ μικρόν, ἂν δὲ οὕτω
τύχῃ, παραγαγεῖν αἰτήσαντα ποτήριον ἢ λόγου
τινὸς ἐμπεσόντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.