Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὀλίγων
δὲ ἡμερῶν διαγενομένων πάλιν ἐμαχέσαντο: καὶ
Βροῦτος μὲν ἡττηθεὶς ἑαυτὸν ἀνεῖλεν, Ἀντώνιος
δὲ τῆς νίκης ἠνέγκατο τῇ δόξῃ τὸ πλεῖστον, ἅτε
δὴ καὶ νοσοῦντος τοῦ Καίσαρος. ἐπιστὰς δὲ τῷ
Βρούτου νεκρῷ μικρὰ μὲν ὠνείδισεν ὑπὲρ τῆς
Γαΐου τοῦ ἀδελφοῦ τελευτῆς ῾ἀνῃρήκει γὰρ ἐκεῖ
νον ὁ Βροῦτος ἐν Μακεδονίᾳ Κικέρωνι τιμωρῶν̓,
φήσας δὲ μᾶλλον Ὁρτήσιον ἢ Βροῦτον αἰτιᾶσθαι
τῆς τοῦ ἀδελφοῦ σφαγῆς Ὁρτήσιον μὲν ἐκέλευσεν
ἐπισφάξαι τῷ μνήματι, Βρούτῳ δὲ τὴν αὑτοῦ
φοινικίδα πολλῶν χρημάτων ἀξίαν οὖσαν ἐπέρριψε,
καὶ τῶν ἀπελευθέρων τινὶ τῶν ἑαυτοῦ προσέταξε
τῆς ταφῆς ἐπιμεληθῆναι. τοῦτον ὕστερον
γνοὺς οὐ συγκατακαύσαντα τὴν φοινικίδα
τῷ νεκρῷ καὶ πολλὰ τῆς εἰς τὴν ταφὴν δαπάνης
ὑφῃρημένον ἀπέκτεινεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.