Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
προσῆν
δὲ τῇ κοινῇ κακοδοξίᾳ τὸ διὰ τὴν οἰκίαν οὐ
μικρὸν μῖσος, ἣν ᾤκει, Πομπηΐου τοῦ Μεγάλου
γενομένην, ἀνδρὸς οὐχ ἧττον ἐπὶ σωφροσύνῃ καὶ
τῷ τεταγμένως καὶ δημοτικῶς διαιτᾶσθαι θαυμασθέντος
ἢ διὰ τοὺς τρεῖς θριάμβους. ἤχθοντο
γὰρ ὁρῶντες αὐτὴν τὰ πολλὰ κεκλεισμένην μὲν
ἡγεμόσι καὶ στρατηγοῖς καὶ πρέσβεσιν, ὠθουμένοις
πρὸς ὕβριν ἀπὸ τῶν θυρῶν, μεστὴν δὲ
μίμων καὶ θαυματοποιῶν καὶ κολάκων κραιπαλώντων,
εἰς οὓς τὰ πλεῖστα κατανηλίσκετο τῶν
χρημάτων τῷ βιαιοτάτῳ καὶ χαλεπωτάτῳ τρόπῳ
ποριζομένων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.