Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
φεύγοντι δὲ Ἀντωνίῳ πολλὰ συνέπιπτε τῶν
ἀπόρων, ὁ δὲ λιμὸς ἀπορώτατον. ἀλλὰ φύσει
παρὰ τὰς κακοπραγίας ἐγίνετο βέλτιστος ἑαυτοῦ
καὶ δυστυχῶν ὁμοιότατος ἦν ἀγαθῷ, κοινοῦ μὲν
ὄντος τοῦ αἰσθάνεσθαι τῆς ἀρετῆς τοῖς δἰ
ἀπορίαν τινὰ σφαλλομένοις, οὐ μὴν ἁπάντων ἃ
ζηλοῦσι μιμεῖσθαι καὶ φεύγειν ἃ δυσχεραίνουσιν
ἐρρωμένων ἐν ταῖς μεταβολαῖς, ἀλλὰ καὶ μᾶλλον
ἐνίων τοῖς ἔθεσιν ἐνδιδόντων ὑπὸ ἀσθενείας καὶ
θραυομένων τὸν λογισμόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.