Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
συναγαγὼν δὲ
βουλὴν αὐτὸς μὲν ὑπὲρ ἀμνηστίας εἶπε καὶ
διανομῆς ἐπαρχιῶν τοῖς περὶ Κάσσιον καὶ Βροῦτον,
ἡ δὲ σύγκλητος ἐκύρωσε ταῦτα καὶ τῶν ὑπὸ
Καίσαρος γεγονότων ἐψηφίσαντο μηδὲν ἀλλάττειν.
ἐξῄει δὲ τῆς βουλῆς λαμπρότατος ἀνθρώπων
ὁ Ἀντώνιος, ἀνῃρηκέναι δοκῶν ἐμφύλιον πόλεμον
καὶ πράγμασι δυσκολίας ἔχουσι καὶ ταραχὰς οὐ
τὰς τυχούσας ἐμφρονέστατα κεχρῆσθαι καὶ
πολιτικώτατα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.