Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐκ
τούτου πάλιν ἐβουλεύοντο Καίσαρα κτείναντες
ἐπισφάττειν Ἀντώνιον: ἐκώλυσε δὲ Βροῦτος,
ἀξιῶν τὴν ὑπὲρ τῶν νόμων καὶ τῶν δικαίων
τολμωμένην πρᾶξιν εἰλικρινῆ καὶ καθαρὰν ἀδικίας
εἶναι. φοβούμενοι δὲ τήν τε ῥώμην τοῦ
Ἀντωνίου καὶ τὸ τῆς ἀρχῆς ἀξίωμα, τάττουσιν
ἐπ᾽ αὐτὸν ἐνίους τῶν ἐκ τῆς συνωμοσίας, ὅπως,
ὅταν εἰσίῃ Καῖσαρ εἰς τὴν βουλὴν καὶ μέλλῃ
δρᾶσθαι τὸ ἔργον, ἔξω διαλεγόμενοί τι καὶ
σπουδάζοντες κατέχωσιν αὐτόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.