Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἀπαλλαγεὶς γὰρ
ἐκείνου τοῦ βίου γάμῳ προσέσχε, Φουλβίαν
ἀγαγόμενος τὴν Κλωδίῳ τῷ δημαγωγῷ συνοικήσασαν,
οὐ ταλασίαν οὐδὲ οἰκουρίαν φρονοῦν γύναιον,
οὐδὲ ἀνδρὸς ἰδιώτου κρατεῖν ἀξιοῦν, ἀλλ᾽
ἄρχοντος ἄρχειν καὶ στρατηγοῦντος στρατηγεῖν
βουλόμενον, ὥστε Κλεοπάτραν διδασκάλια Φουλβίᾳ
τῆς Ἀντωνίου γυναικοκρατίας ὀφείλειν, πάνυ
χειροήθη καὶ πεπαιδαγωγημένον ἀπ᾽ ἀρχῆς ἀκροᾶσθαι
γυναικῶν παραλαβοῦσαν αὐτόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.