Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ὡς γὰρ ἐγγὺς
ἐλθὼν τῷ Πύρρῳ παρεστρατοπέδευσεν, ἀεὶ μὲν
αὐτοῦ τὴν ἐν τοῖς ὅπλοις λαμπρότητα θαυμάζοντες,
ἔκ τε τοῦ παλαιοτάτου καὶ βασιλικώτατον1 εἰθισμένοι νομίζειν τὸν ἐν τοῖς ὅπλοις
κράτιστον, τότε δὲ καὶ πρᾴως κεχρῆσθαι τοῖς
ἁλισκομένοις πυνθανόμενοι, πάντως δὲ καὶ πρὸς
ἕτερον καὶ πρὸς τοῦτον ἀπαλλαγῆναι τοῦ Δημητρίου
ζητοῦντες, ἀπεχώρουν λάθρα καὶ κατ᾽ ὀλίγους
τό γε πρῶτον, εἶτα φανερῶς ἅπαν εἶχε κίνησιν
καὶ ταραχὴν τὸ στρατόπεδον,
1 καὶ βασιλικώτατον Coraës and Sintenis, with the best MSS.; Bekker omits the καί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.